Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 6.363 Joseph. AJ 6.367 (English) >>Joseph. AJ 6.371

6.365ὡς δὲ ἀναστρέφοντες ἧκον ἐπὶ τὸν τόπον, ἔνθα διακοσίους μὴ δυναμένους αὐτοῖς ἕπεσθαι καταλελοίπεσαν ἐπὶ τῶν σκευῶν, οἱ μὲν τετρακόσιοι τῆς μὲν ἄλλης ὠφελείας τε καὶ λείας οὐκ ἠξίουν αὐτοῖς ἀπομερίζειν· οὐ συνακολουθήσαντας γὰρ ἀλλὰ μαλακισθέντας περὶ τὴν δίωξιν ἀγαπήσειν ἀνασεσωσμένας τὰς γυναῖκας ἀπολαμβάνοντας ἔλεγον· 6.366Δαυίδης δὲ πονηρὰν καὶ ἄδικον αὐτῶν ταύτην ἀπέφηνε τὴν γνώμην· εἶναι γὰρ ἀξίους, τοῦ θεοῦ παρασχόντος αὐτοῖς ἀμύνασθαι μὲν τοὺς πολεμίους, κομίσασθαι δὲ πάντα τὰ αὑτῶν, πᾶσιν ἐξ ἴσου τοῖς συστρατευσαμένοις μερίζεσθαι τὴν ὠφέλειαν, καὶ ταῦτʼ ἐπὶ φυλακῇ τῶν σκευῶν μεμενηκότων. 6.367καὶ ἐξ ἐκείνου νόμος οὗτος ἐκράτησε παρʼ αὐτοῖς, ἵνα ταὐτὰ τοῖς μαχομένοις λαμβάνωσιν οἱ τὰ σκεύη φυλάσσοντες. γενόμενος δʼ ἐν Σικέλλα Δαυίδης διέπεμψε πᾶσι τοῖς ἐν τῇ Ἰούδα φυλῇ συνήθεσι καὶ φίλοις ἀπομοίρας τῶν λαφύρων. καὶ τὰ μὲν περὶ τὴν Σικέλλων πόρθησιν καὶ Ἀμαληκιτῶν ἀναίρεσιν οὕτως ἐγένετο. 6.368

Τῶν δὲ Παλαιστίνων συμβαλόντων καὶ καρτερᾶς μάχης γενομένης νικῶσιν οἱ Παλαιστῖνοι καὶ πολλοὺς ἀναιροῦσι τῶν ἐναντίων, Σαοῦλος δὲ τῶν Ἰσραηλιτῶν βασιλεὺς καὶ οἱ παῖδες αὐτοῦ γενναίως ἀγωνιζόμενοι καὶ πάσῃ προθυμίᾳ χρώμενοι, ὡς ἐν μόνῳ τῷ καλῶς ἀποθανεῖν καὶ παραβόλως διακινδυνεῦσαι τοῖς πολεμίοις τῆς ὅλης αὐτοῖς δόξης ἀποκειμένης, οὐδὲν γὰρ τούτου περισσότερον εἶχον,



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 6.363 Joseph. AJ 6.367 (English) >>Joseph. AJ 6.371

Powered by PhiloLogic